Evanghelia după Luca
ΚΑΤΑ ΛΟΥΚΑΝ
1:1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, 2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
5 Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλεισάβετ. 6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι. 7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλεισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου, 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. 13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλεισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάνην· 14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται. 15 ἔσται γὰρ μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, 16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν· 17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἡλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. 18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. 19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα· 20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. 21 καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. 22 ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός. 23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλεισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα 25 ὅτι Οὕτως μοι πεποίηκεν Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ, 27 πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυείδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 29 ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. 36 καὶ ἰδοὺ Ἐλεισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος. 39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλεισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλεισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλεισάβετ, 42 καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς ἐμέ; 44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. 46 Καὶ εἶπεν Μαριάμ
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον,
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου·
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός.
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς
τοῖς φοβουμένοις αὐτόν.
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
μνησθῆναι ἐλέους,
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
57 Τῇ δὲ Ἐλεισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. 60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάνης. 61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. 62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. 63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάνης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. 64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65 Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα, 66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ Κυρίου ἦν μετ’ αὐτοῦ. 67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου καὶ ἐπροφήτευσεν λέγων
68 Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ,
ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
ἐν οἴκῳ Δαυεὶδ παιδὸς αὐτοῦ,
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
τοῦ δοῦναι ἡμῖν 74 ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας
λατρεύειν αὐτῷ 75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
76 Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
78 διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν,
ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις,
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
80 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
KATA LOUKAN
1:1 Epeidēper polloi epecheirēsan anataxasthai diēgēsin peri tōn peplērophorēmenōn en hēmin pragmatōn, 2 kathōs paredosan hēmin hoi ap’ archēs autoptai kai hypēretai genomenoi tou logou, 3 edoxe kamoi parēkolouthēkoti anōthen pasin akribōs kathexēs soi grapsai, kratiste Theophile, 4 hina epignōs peri hōn katēchēthēs logōn tēn asphaleian.
5 Egeneto en tais hēmerais Hērōdou basileōs tēs Ioudaias hiereus tis onomati Zacharias ex ephēmerias Abia, kai gynē autō ek tōn thygaterōn Aarōn, kai to onoma autēs Eleisabet. 6 ēsan de dikaioi amphoteroi enantion tou Theou, poreuomenoi en pasais tais entolais kai dikaiōmasin tou Kyriou amemptoi. 7 kai ouk ēn autois teknon, kathoti ēn hē Eleisabet steira, kai amphoteroi probebēkotes en tais hēmerais autōn ēsan. 8 Egeneto de en tō hierateuein auton en tē taxei tēs ephēmerias autou enanti tou Theou, 9 kata to ethos tēs hierateias elache tou thymiasai eiselthōn eis ton naon tou Kyriou, 10 kai pan to plēthos ēn tou laou proseuchomenon exō tē hōra tou thymiamatos. 11 ōphthē de autō angelos Kyriou hestōs ek dexiōn tou thysiastēriou tou thymiamatos. 12 kai etarachthē Zacharias idōn, kai phobos epepesen ep’ auton. 13 eipen de pros auton ho angelos Mē phobou, Zacharia, dioti eisēkousthē hē deēsis sou, kai hē gynē sou Eleisabet gennēsei huion soi, kai kaleseis to onoma autou Iōanēn; 14 kai estai chara soi kai agalliasis, kai polloi epi tē genesei autou charēsontai. 15 estai gar megas enōpion Kyriou, kai oinon kai sikera ou mē piē, kai Pneumatos Hagiou plēsthēsetai eti ek koilias mētros autou, 16 kai pollous tōn huiōn Israēl epistrepsei epi Kyrion ton Theon autōn; 17 kai autos proeleusetai enōpion autou en pneumati kai dynamei Hēleia, epistrepsai kardias paterōn epi tekna kai apeitheis en phronēsei dikaiōn, hetoimasai Kyriō laon kateskeuasmenon. 18 kai eipen Zacharias pros ton angelon Kata ti gnōsomai touto? egō gar eimi presbytēs kai hē gynē mou probebēkuia en tais hēmerais autēs. 19 kai apokritheis ho angelos eipen autō Egō eimi Gabriēl ho parestēkōs enōpion tou Theou, kai apestalēn lalēsai pros se kai euangelisasthai soi tauta; 20 kai idou esē siōpōn kai mē dynamenos lalēsai achri hēs hēmeras genētai tauta, anth’ hōn ouk episteusas tois logois mou, hoitines plērōthēsontai eis ton kairon autōn. 21 kai ēn ho laos prosdokōn ton Zacharian, kai ethaumazon en tō chronizein en tō naō auton. 22 exelthōn de ouk edynato lalēsai autois, kai epegnōsan hoti optasian heōraken en tō naō; kai autos ēn dianeuōn autois, kai diemenen kōphos. 23 kai egeneto hōs eplēsthēsan hai hēmerai tēs leitourgias autou, apēlthen eis ton oikon autou. 24 Meta de tautas tas hēmeras synelaben Eleisabet hē gynē autou, kai periekryben heautēn mēnas pente, legousa 25 hoti Houtōs moi pepoiēken Kyrios en hēmerais hais epeiden aphelein oneidos mou en anthrōpois.
26 En de tō mēni tō hektō apestalē ho angelos Gabriēl apo tou Theou eis polin tēs Galilaias hē onoma Nazareth, 27 pros parthenon emnēsteumenēn andri hō onoma Iōsēph, ex oikou Daueid, kai to onoma tēs parthenou Mariam. 28 kai eiselthōn pros autēn eipen Chaire, kecharitōmenē, ho Kyrios meta sou. 29 hē de epi tō logō dietarachthē, kai dielogizeto potapos eiē ho aspasmos houtos. 30 kai eipen ho angelos autē Mē phobou, Mariam; heures gar charin para tō Theō; 31 kai idou syllēmpsē en gastri kai texē huion, kai kaleseis to onoma autou Iēsoun. 32 houtos estai megas kai Huios Hypsistou klēthēsetai, kai dōsei autō Kyrios ho Theos ton thronon Daueid tou patros autou, 33 kai basileusei epi ton oikon Iakōb eis tous aiōnas, kai tēs basileias autou ouk estai telos. 34 eipen de Mariam pros ton angelon Pōs estai touto, epei andra ou ginōskō? 35 kai apokritheis ho angelos eipen autē Pneuma Hagion epeleusetai epi se, kai dynamis Hypsistou episkiasei soi; dio kai to gennōmenon hagion klēthēsetai Huios Theou. 36 kai idou Eleisabet hē syngenis sou kai autē syneilēphen huion en gērei autēs, kai houtos mēn hektos estin autē tē kaloumenē steira; 37 hoti ouk adynatēsei para tou Theou pan rhēma. 38 eipen de Mariam Idou hē doulē Kyriou; genoito moi kata to rhēma sou. kai apēlthen ap’ autēs ho angelos. 39 Anastasa de Mariam en tais hēmerais tautais eporeuthē eis tēn oreinēn meta spoudēs eis polin Iouda, 40 kai eisēlthen eis ton oikon Zachariou kai ēspasato tēn Eleisabet. 41 kai egeneto hōs ēkousen ton aspasmon tēs Marias hē Eleisabet, eskirtēsen to brephos en tē koilia autēs, kai eplēsthē Pneumatos Hagiou hē Eleisabet, 42 kai anephōnēsen kraugē megalē kai eipen Eulogēmenē sy en gynaixin, kai eulogēmenos ho karpos tēs koilias sou. 43 kai pothen moi touto hina elthē hē mētēr tou Kyriou mou pros eme? 44 idou gar hōs egeneto hē phōnē tou aspasmou sou eis ta ōta mou, eskirtēsen en agalliasei to brephos en tē koilia mou. 45 kai makaria hē pisteusasa hoti estai teleiōsis tois lelalēmenois autē para Kyriou. 46 Kai eipen Mariam
Megalynei hē psychē mou ton Kyrion,
47 kai ēgalliasen to pneuma mou epi tō Theō tō Sōtēri mou;
48 hoti epeblepsen epi tēn tapeinōsin tēs doulēs autou.
idou gar apo tou nyn makariousin me pasai hai geneai;
49 hoti epoiēsen moi megala ho dynatos.
kai hagion to onoma autou,
50 kai to eleos autou eis geneas kai geneas
tois phoboumenois auton.
51 Epoiēsen kratos en brachioni autou,
dieskorpisen hyperēphanous dianoia kardias autōn;
52 katheilen dynastas apo thronōn kai hypsōsen tapeinous,
53 peinōntas eneplēsen agathōn kai ploutountas exapesteilen kenous.
54 antelabeto Israēl paidos autou,
mnēsthēnai eleous,
55 kathōs elalēsen pros tous pateras hēmōn,
tō Abraam kai tō spermati autou eis ton aiōna.
56 Emeinen de Mariam syn autē hōs mēnas treis, kai hypestrepsen eis ton oikon autēs.
57 Tē de Eleisabet eplēsthē ho chronos tou tekein autēn, kai egennēsen huion. 58 kai ēkousan hoi perioikoi kai hoi syngeneis autēs hoti emegalynen Kyrios to eleos autou met’ autēs, kai synechairon autē. 59 Kai egeneto en tē hēmera tē ogdoē ēlthon peritemein to paidion, kai ekaloun auto epi tō onomati tou patros autou Zacharian. 60 kai apokritheisa hē mētēr autou eipen Ouchi, alla klēthēsetai Iōanēs. 61 kai eipan pros autēn hoti Oudeis estin ek tēs syngeneias sou hos kaleitai tō onomati toutō. 62 eneneuon de tō patri autou to ti an theloi kaleisthai auto. 63 kai aitēsas pinakidion egrapsen legōn Iōanēs estin onoma autou. kai ethaumasan pantes. 64 aneōchthē de to stoma autou parachrēma kai hē glōssa autou, kai elalei eulogōn ton Theon. 65 Kai egeneto epi pantas phobos tous perioikountas autous, kai en holē tē oreinē tēs Ioudaias dielaleito panta ta rhēmata tauta, 66 kai ethento pantes hoi akousantes en tē kardia autōn, legontes Ti ara to paidion touto estai? kai gar cheir Kyriou ēn met’ autou. 67 Kai Zacharias ho patēr autou eplēsthē Pneumatos Hagiou kai eprophēteusen legōn
68 Eulogētos Kyrios ho Theos tou Israēl,
hoti epeskepsato kai epoiēsen lytrōsin tō laō autou,
69 kai ēgeiren keras sōtērias hēmin
en oikō Daueid paidos autou,
70 kathōs elalēsen dia stomatos tōn hagiōn ap’ aiōnos prophētōn autou,
71 sōtērian ex echthrōn hēmōn kai ek cheiros pantōn tōn misountōn hēmas,
72 poiēsai eleos meta tōn paterōn hēmōn
kai mnēsthēnai diathēkēs hagias autou,
73 horkon hon ōmosen pros Abraam ton patera hēmōn,
tou dounai hēmin 74 aphobōs ek cheiros echthrōn rhysthentas
latreuein autō 75 en hosiotēti kai dikaiosynē
enōpion autou pasais tais hēmerais hēmōn.
76 Kai sy de, paidion, prophētēs Hypsistou klēthēsē;
proporeusē gar enōpion Kyriou hetoimasai hodous autou,
77 tou dounai gnōsin sōtērias tō laō autou
en aphesei hamartiōn autōn,
78 dia splanchna eleous Theou hēmōn,
en hois episkepsetai hēmas anatolē ex hypsous,
79 epiphanai tois en skotei kai skia thanatou kathēmenois,
tou kateuthynai tous podas hēmōn eis hodon eirēnēs.
80 To de paidion ēuxanen kai ekrataiouto pneumati, kai ēn en tais erēmois heōs hēmeras anadeixeōs autou pros ton Israēl.
Comentarii
Trimiteți un comentariu